3.38.1 " ἐγὼ μὲν οὖν ὁ αὐτός εἰμι τῇ γνώμῃ καὶ θαυμάζω μὲν τῶν προθέντων αὖθις περὶ Μυτιληναίων λέγειν καὶ χρόνου διατριβὴν ἐμποιησάντων , ὅ ἐστι πρὸς τῶν ἠδικηκότων μᾶλλον ( ὁ γὰρ παθὼν τῷ δράσαντι ἀμβλυτέρᾳ τῇ ὀργῇ ἐπεξέρχεται , ἀμύνεσθαι δὲ τῷ παθεῖν ὅτι ἐγγυτάτω κείμενον ἀντίπαλον ὂν μάλιστα τὴν τιμωρίαν ἀναλαμβάνει ) , θαυμάζω δὲ καὶ ὅστις ἔσται ὁ ἀντερῶν καὶ ἀξιώσων ἀποφαίνειν τὰς μὲν Μυτιληναίων ἀδικίας ἡμῖν ὠφελίμους οὔσας , τὰς δ’ ἡμετέρας ξυμφορὰς τοῖς ξυμμάχοις βλάβας καθισταμένας .
3.38.2 καὶ δῆλον ὅτι ἢ τῷ λέγειν πιστεύσας τὸ πάνυ δοκοῦν ἀνταποφῆναι ὡς οὐκ ἔγνωσται ἀγωνίσαιτ’ ἄν , ἢ κέρδει ἐπαιρόμενος τὸ εὐπρεπὲς τοῦ λόγου ἐκπονήσας παράγειν πειράσεται .
3.38.3 ἡ δὲ πόλις ἐκ τῶν τοιῶνδε ἀγώνων τὰ μὲν ἆθλα ἑτέροις δίδωσιν , αὐτὴ δὲ τοὺς κινδύνους ἀναφέρει .
3.38.4 αἴτιοι δ’ ὑμεῖς κακῶς ἀγωνοθετοῦντες , οἵτινες εἰώθατε θεαταὶ μὲν τῶν λόγων γίγνεσθαι , ἀκροαταὶ δὲ τῶν ἔργων , τὰ μὲν μέλλοντα ἔργα ἀπὸ τῶν εὖ εἰπόντων σκοποῦντες ὡς δυνατὰ γίγνεσθαι , τὰ δὲ πεπραγμένα ἤδη , οὐ τὸ δρασθὲν πιστότερον ὄψει λαβόντες ἢ τὸ ἀκουσθέν , ἀπὸ τῶν λόγῳ καλῶς ἐπιτιμησάντων ·
3.38.5 καὶ μετὰ καινότητος μὲν λόγου ἀπατᾶσθαι ἄριστοι , μετὰ δεδοκιμασμένου δὲ μὴ ξυνέπεσθαι ἐθέλειν , δοῦλοι ὄντες τῶν αἰεὶ ἀτόπων , ὑπερόπται δὲ τῶν εἰωθότων ,