3.104.2 θῆκαι ὅσαι ἦσαν τῶν τεθνεώτων ἐν Δήλῳ , πάσας ἀνεῖλον , καὶ τὸ λοιπὸν προεῖπον μήτε ἐναποθνῄσκειν ἐν τῇ νήσῳ μήτε ἐντίκτειν , ἀλλ’ ἐς τὴν Ῥήνειαν διακομίζεσθαι . ἀπέχει δὲ ἡ Ῥήνεια τῆς Δήλου οὕτως ὀλίγον ὥστε Πολυκράτης ὁ Σαμίων τύραννος ἰσχύσας τινὰ χρόνον ναυτικῷ καὶ τῶν τε ἄλλων νήσων ἄρξας καὶ τὴν Ῥήνειαν ἑλὼν ἀνέθηκε τῷ Ἀπόλλωνι τῷ Δηλίῳ ἁλύσει δήσας πρὸς τὴν Δῆλον . καὶ τὴν πεντετηρίδα τότε πρῶτον μετὰ τὴν κάθαρσιν ἐποίησαν οἱ Ἀθηναῖοι τὰ Δήλια .
3.104.3 ἦν δέ ποτε καὶ τὸ πάλαι μεγάλη ξύνοδος ἐς τὴν Δῆλον τῶν Ἰώνων τε καὶ περικτιόνων νησιωτῶν · ξύν τε γὰρ γυναιξὶ καὶ παισὶν ἐθεώρουν , ὥσπερ νῦν ἐς τὰ Ἐφέσια Ἴωνες , καὶ ἀγὼν ἐποιεῖτο αὐτόθι καὶ γυμνικὸς καὶ μουσικός , χορούς τε ἀνῆγον αἱ πόλεις .
3.104.4 δηλοῖ δὲ μάλιστα Ὅμηρος ὅτι τοιαῦτα ἦν ἐν τοῖς ἔπεσι τοῖσδε , ἅ ἐστιν ἐκ προοιμίου Ἀπόλλωνος · " ἀλλ’ ὅτε Δήλῳ , Φοῖβε , μάλιστά γε θυμὸν ἐτέρφθης , ‖ ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται ‖ σὺν σφοῖσιν τεκέεσσι γυναιξί τε σὴν ἐς ἀγυιάν · ‖ ἔνθα σε πυγμαχίῃ τε καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ ‖ μνησάμενοι τέρπουσιν , ὅταν καθέσωσιν ἀγῶνα . "