5.8.4 ἀπολεξάμενος οὖν αὐτὸς πεντήκοντα καὶ ἑκατὸν ὁπλίτας καὶ τοὺς ἄλλους Κλεαρίδᾳ προστάξας ἐβουλεύετο ἐπιχειρεῖν αἰφνιδίως πρὶν ἀπελθεῖν τοὺς Ἀθηναίους , οὐκ ἂν νομίζων αὐτοὺς ὁμοίως ἀπολαβεῖν αὖθις μεμονωμένους , εἰ τύχοι ἐλθοῦσα αὐτοῖς ἡ βοήθεια . ξυγκαλέσας δὲ τοὺς πάντας στρατιώτας καὶ βουλόμενος παραθαρσῦναί τε καὶ τὴν ἐπίνοιαν φράσαι , ἔλεγε τοιάδε .
5.9.1 " ἄνδρες Πελοποννήσιοι , ἀπὸ μὲν οἵας χώρας ἥκομεν , ὅτι αἰεὶ διὰ τὸ εὔψυχον ἐλευθέρας , καὶ ὅτι Δωριῆς μέλλετε Ἴωσι μάχεσθαι , ὧν εἰώθατε κρείσσους εἶναι , ἀρκείτω βραχέως δεδηλωμένον ·
5.9.2 τὴν δὲ ἐπιχείρησιν ᾧ τρόπῳ διανοοῦμαι ποιεῖσθαι , διδάξω , ἵνα μή τῳ τὸ κατ’ ὀλίγον καὶ μὴ ἅπαντας κινδυνεύειν ἐνδεὲς φαινόμενον ἀτολμίαν παράσχῃ .
5.9.3 τοὺς γὰρ ἐναντίους εἰκάζω καταφρονήσει τε ἡμῶν καὶ οὐκ ἂν ἐλπίσαντας ὡς ἂν ἐπεξέλθοι τις αὐτοῖς ἐς μάχην ἀναβῆναί τε πρὸς τὸ χωρίον καὶ νῦν ἀτάκτως κατὰ θέαν τετραμμένους ὀλιγωρεῖν .
5.9.4 ὅστις δὲ τὰς τοιαύτας ἁμαρτίας τῶν ἐναντίων κάλλιστα ἰδὼν καὶ ἅμα πρὸς τὴν ἑαυτοῦ δύναμιν τὴν ἐπιχείρησιν ποιεῖται μὴ ἀπὸ τοῦ προφανοῦς μᾶλλον καὶ ἀντιπαραταχθέντος ἢ ἐκ τοῦ πρὸς τὸ παρὸν ξυμφέροντος , πλεῖστ’ ἂν ὀρθοῖτο ·
5.9.5 καὶ τὰ κλέμματα ταῦτα καλλίστην δόξαν ἔχει ἃ τὸν πολέμιον μάλιστ’ ἄν τις ἀπατήσας τοὺς φίλους μέγιστ’ ἂν ὠφελήσειεν .