5.48.2 Κορίνθιοι δὲ Ἀργείων ὄντες ξύμμαχοι οὐκ ἐσῆλθον ἐς αὐτάς , ἀλλὰ καὶ γενομένης πρὸ τούτου Ἠλείοις καὶ Ἀργείοις καὶ Μαντινεῦσι ξυμμαχίας , τοῖς αὐτοῖς πολεμεῖν καὶ εἰρήνην ἄγειν , οὐ ξυνώμοσαν , ἀρκεῖν δ’ ἔφασαν σφίσι τὴν πρώτην γενομένην ἐπιμαχίαν , ἀλλήλοις βοηθεῖν , ξυνεπιστρατεύειν δὲ μηδενί .
5.48.3 οἱ μὲν Κορίνθιοι οὕτως ἀπέστησαν τῶν ξυμμάχων καὶ πρὸς τοὺς Λακεδαιμονίους πάλιν τὴν γνώμην εἶχον .
5.49.1 Ὀλύμπια δ’ ἐγένετο τοῦ θέρους τούτου , οἷς Ἀνδροσθένης Ἀρκὰς παγκράτιον τὸ πρῶτον ἐνίκα · καὶ Λακεδαιμόνιοι τοῦ ἱεροῦ ὑπὸ Ἠλείων εἴρχθησαν ὥστε μὴ θύειν μηδ’ ἀγωνίζεσθαι , οὐκ ἐκτίνοντες τὴν δίκην αὐτοῖς ἣν ἐν τῷ Ὀλυμπιακῷ νόμῳ Ἠλεῖοι κατεδικάσαντο αὐτῶν φάσκοντες 〈ἐς 〉 σφᾶς ἐπὶ Φύρκον τε τεῖχος ὅπλα ἐπενεγκεῖν καὶ ἐς Λέπρεον αὐτῶν ὁπλίτας ἐν ταῖς Ὀλυμπιακαῖς σπονδαῖς ἐσπέμψαι . ἡ δὲ καταδίκη δισχίλιαι μναῖ ἦσαν , κατὰ τὸν ὁπλίτην ἕκαστον δύο μναῖ , ὥσπερ ὁ νόμος ἔχει .
5.49.2 Λακεδαιμόνιοι δὲ πρέσβεις πέμψαντες ἀντέλεγον μὴ δικαίως σφῶν καταδεδικάσθαι , λέγοντες μὴ ἐπηγγέλθαι πω ἐς Λακεδαίμονα τὰς σπονδάς , ὅτ’ ἐσέπεμψαν τοὺς ὁπλίτας .
5.49.3 Ἠλεῖοι δὲ τὴν παρ’ αὐτοῖς ἐκεχειρίαν ἤδη ἔφασαν εἶναι ( πρώτοις γὰρ σφίσιν αὐτοῖς ἐπαγγέλλουσιν ) , καὶ ἡσυχαζόντων σφῶν καὶ οὐ προσδεχομένων ὡς ἐν σπονδαῖς , αὐτοὺς λαθεῖν ἀδικήσαντας .
5.49.4 οἱ δὲ Λακεδαιμόνιοι ὑπελάμβανον οὐ χρεὼν εἶναι αὐτοὺς ἐπαγγεῖλαι ἔτι ἐς Λακεδαίμονα , εἰ ἀδικεῖν γε ἤδη ἐνόμιζον αὐτούς , ἀλλ’ οὐχ ὡς νομίζοντας τοῦτο δρᾶσαι , καὶ ὅπλα οὐδαμόσε ἔτι αὐτοῖς ἐπενεγκεῖν .