6.34.1 " θαρσοῦντες οὖν τά τε αὐτοῦ παρασκευαζώμεθα καὶ ἐς τοὺς Σικελοὺς πέμποντες τοὺς μὲν μᾶλλον βεβαιωσώμεθα , τοῖς δὲ φιλίαν καὶ ξυμμαχίαν πειρώμεθα ποιεῖσθαι , ἔς τε τὴν ἄλλην Σικελίαν πέμπωμεν πρέσβεις δηλοῦντες ὡς κοινὸς ὁ κίνδυνος , καὶ ἐς τὴν Ἰταλίαν , ὅπως ἢ ξυμμαχίαν ποιώμεθα ἡμῖν ἢ μὴ δέχωνται Ἀθηναίους .
6.34.2 δοκεῖ δέ μοι καὶ ἐς Καρχηδόνα ἄμεινον εἶναι πέμψαι · οὐ γὰρ ἀνέλπιστον αὐτοῖς , ἀλλ’ αἰεὶ διὰ φόβου εἰσὶ μή ποτε Ἀθηναῖοι αὐτοῖς ἐπὶ τὴν πόλιν ἔλθωσιν , ὥστε τάχ’ ἂν ἴσως νομίσαντες , εἰ τάδε προήσονται , κἂν σφεῖς ἐν πόνῳ εἶναι , ἐθελήσειαν ἡμῖν ἤτοι κρύφα γε ἢ φανερῶς ἢ ἐξ ἑνός γέ του τρόπου ἀμῦναι . δυνατοὶ δὲ εἰσὶ μάλιστα τῶν νῦν , βουληθέντες · χρυσὸν γὰρ καὶ ἄργυρον πλεῖστον κέκτηνται , ὅθεν ὅ τε πόλεμος καὶ τἆλλα εὐπορεῖ .
6.34.3 πέμπωμεν δὲ καὶ ἐς τὴν Λακεδαίμονα καὶ ἐς Κόρινθον δεόμενοι δεῦρο κατὰ τάχος βοηθεῖν καὶ τὸν ἐκεῖ πόλεμον κινεῖν .