8.67.3 ἐνταῦθα δὴ λαμπρῶς ἐλέγετο ἤδη μήτε ἀρχὴν ἄρχειν μηδεμίαν ἔτι ἐκ τοῦ αὐτοῦ κόσμου μήτε μισθοφορεῖν προέδρους τε ἑλέσθαι πέντε ἄνδρας , τούτους δὲ ἑλέσθαι ἑκατὸν ἄνδρας , καὶ τῶν ἑκατὸν ἕκαστον πρὸς ἑαυτὸν τρεῖς · ἐλθόντας δὲ αὐτοὺς τετρακοσίους ὄντας ἐς τὸ βουλευτήριον ἄρχειν ὅπῃ ἂν ἄριστα γιγνώσκωσιν αὐτοκράτορας , καὶ τοὺς πεντακισχιλίους δὲ ξυλλέγειν ὁπόταν αὐτοῖς δοκῇ .
8.68.1 ἦν δὲ ὁ μὲν τὴν γνώμην ταύτην εἰπὼν Πείσανδρος , καὶ τἆλλα ἐκ τοῦ προφανοῦς προθυμότατα ξυγκαταλύσας τὸν δῆμον · ὁ μέντοι ἅπαν τὸ πρᾶγμα ξυνθεὶς ὅτῳ τρόπῳ κατέστη ἐς τοῦτο καὶ ἐκ πλείστου ἐπιμεληθεὶς Ἀντιφῶν ἦν ἀνὴρ Ἀθηναίων τῶν καθ’ ἑαυτὸν ἀρετῇ τε οὐδενὸς ὕστερος καὶ κράτιστος ἐνθυμηθῆναι γενόμενος καὶ ἃ γνοίη εἰπεῖν , καὶ ἐς μὲν δῆμον οὐ παριὼν οὐδ’ ἐς ἄλλον ἀγῶνα ἑκούσιος οὐδένα , ἀλλ’ ὑπόπτως τῷ πλήθει διὰ δόξαν δεινότητος διακείμενος , τοὺς μέντοι ἀγωνιζομένους καὶ ἐν δικαστηρίῳ καὶ ἐν δήμῳ πλεῖστα εἷς ἀνήρ , ὅστις ξυμβουλεύσαιτό τι , δυνάμενος ὠφελεῖν .
8.68.2 καὶ αὐτός τε , ἐπειδὴ † μετέστη ἡ δημοκρατία καὶ ἐς ἀγῶνας κατέστη † τὰ τῶν τετρακοσίων ἐν ὑστέρῳ μεταπεσόντα ὑπὸ τοῦ δήμου ἐκακοῦτο † , ἄριστα φαίνεται τῶν μέχρι ἐμοῦ ὑπὲρ αὐτῶν τούτων αἰτιαθείς , ὡς ξυγκατέστησε , θανάτου δίκην ἀπολογησάμενος .