33 αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα ;
34 ἀλλ’ οἴσω σ’ ἐς δῶμα λαβών · ὄφελός τι μοι ἔσσῃ ,
35 οὐδ’ ἀποτιμήσω · σὺ δέ με πρώτιστον ὀνήσεις
36 οἴκοι βέλτερον εἶναι , ἐπεὶ βλαβερὸν τὸ θύρηφιν ·
37 γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα
38 ζώουσ’ · ἢν δὲ θάνῃς , τότε κεν μάλα καλὸν ἀείδοις .
39 ὣς ἂρ’ ἔφη · καὶ χερσὶν ἅμ’ ἀμφοτέρῃσιν ἀείρας
40 ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα .
41 ἔνθ’ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου
42 αἰῶν’ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης .
43 ὡς δ’ ὁπότ’ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ
44 ἀνέρος , ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι ,
45 ὅτε δινηθῶσιν ἀπ’ ὀφθαλμῶν ἀμαρυγαί ,
46 ὣς ἅμ’ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς .
47 πῆξε δ’ ἄρ’ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο
48 πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης .
49 ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι
50 καὶ πήχεις ἐνέθηκ’ , ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν ,
51 ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς .
52 αὐτὰρ ἐπεὶ δὴ τεῦξε , φέρων , ἐρατεινὸν ἄθυρμα ,
53 πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος · δ’ ὑπὸ χειρὸς
54 σμερδαλέον κονάβησε · θεὸς δ’ ὑπὸ καλὸν ἄειδεν
55 ἐξ αὐτοσχεδίης πειρώμενος , ἠύτε κοῦροι
56 ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν ,
57 ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον ,
58 ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι ,
59 ἥν τ’ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων ·
60 ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης
61 καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας .
62 καὶ τὰ μὲν οὖν ἤειδε , τὰ δὲ φρεσὶν ἄλλα μενοίνα .
63 καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ ,