125 οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης ·
126 Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
127 κουριδίην ἄλοχον , σοὶ δ’ ἀγλαὰ τέκνα τεκεῖσθαι .
128 αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν , τοι γ’ αὖτις
129 ἀθανάτων μετὰ φῦλ’ ἀπέβη κρατὺς Ἀργειφόντης ·
130 αὐτὰρ ἐγώ σ’ ἱκόμην , κρατερὴ δέ μοι ἔπλετ’ ἀνάγκη .
131 ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων
132 ἐσθλῶν · οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν ·
133 ἀδμήτην μ’ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος
134 πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδν’ εἰδυίῃ
135 σοῖς τε κασιγνήτοις , οἵ τοι ὁμόθεν γεγάασιν .
136 οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι , ἀλλ’ εἰκυῖα .
137 πέμψαι δ’ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους
138 εἰπεῖν πατρί τ’ ἐμῷ καὶ μητέρι κηδομένῃ περ ·
139 οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θ’ ὑφαντὴν
140 πέμψουσιν · σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα .
141 ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα ,
142 τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν .
143 ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ .
144 Ἀγχίσην δ’ ἔρος εἷλεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν ·
145 " εἰ μὲν θνητή τ’ ἐσσι , γυνὴ δέ σε γείνατο μήτηρ ,
146 Ὀτρεὺς δ’ ἐστὶ πατὴρ ὀνομακλυτός , ὡς ἀγορεύεις ,
147 ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ’ ἱκάνεις
148 Ἑρμέω , ἐμὴ δ’ ἄλοχος κεκλήσεαι ἤματα πάντα ·
149 οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων
150 ἐνθάδε με σχήσει , πρὶν σῇ φιλότητι μιγῆναι
151 αὐτίκα νῦν · οὐδ’ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων
152 τόξου ἀπ’ ἀργυρέου προΐῃ βέλεα στονόεντα .
153 βουλοίμην κεν ἔπειτα , γύναι ἐικυῖα θεῇσι ,