4.282 πεφρικυῖαι .
4.283 καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων ,
4.284 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
4.285 Αἴαντ’ Ἀργείων ἡγήτορε χαλκοχιτώνων ,
4.286 σφῶϊ μέν · οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν · οὔ τι κελεύω ·
4.287 αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι .
4.288 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
4.289 τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο ·
4.290 τώ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
4.291 χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε .
4.292 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ , βῆ δὲ μετ’ ἄλλους ·
4.293 ἔνθ’ ὅ γε Νέστορ’ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
4.294 οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
4.295 ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
4.296 Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν ·
4.297 ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι ,
4.298 πεζοὺς δ’ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
4.299 ἕρκος ἔμεν πολέμοιο · κακοὺς δ’ ἐς μέσσον ἔλασσεν ,
4.300 ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι .
4.301 ἱππεῦσιν μὲν πρῶτ’ ἐπετέλλετο · τοὺς γὰρ ἀνώγει
4.302 σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ ·
4.303 μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
4.304 οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι ,
4.305 μηδ’ ἀναχωρείτω · ἀλαπαδνότεροι γὰρ ἔσεσθε .
4.306 ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵκηται
4.307 ἔγχει ὀρεξάσθω , ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω .
4.308 ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε’ ἐπόρθεον
4.309 τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες .
4.310 ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς ·
4.311 καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων ,
4.312 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
4.313 ὦ γέρον εἴθ’ ὡς θυμὸς ἐνὶ στήθεσσι