6.1 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος .
6.2 ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς , ὅτι ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων .
6.3 ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς , καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ .
6.4 ἦν δὲ ἐγγὺς τὸ πάσχα , ἡ ἑορτὴ τῶν Ἰουδαίων .
6.5 ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον · Πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι ;
6.6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν , αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν .
6.7 ἀπεκρίθη αὐτῷ Φίλιππος · Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ .
6.8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ , Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου ·
6.9 Ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια · ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους ;
6.10 εἶπεν ὁ Ἰησοῦς · Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν . ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ . ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι .
6.11 ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις , ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον .
6.12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ · Συναγάγετε τὰ περισσεύσαντα κλάσματα , ἵνα μή τι ἀπόληται .
6.13 συνήγαγον οὖν , καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν .
6.14 οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον .
6.15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν