6.27 ζωὴν αἰώνιον , ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει , τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός .
6.28 εἶπον οὖν πρὸς αὐτόν · Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ ;
6.29 ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς · Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος .
6.30 εἶπον οὖν αὐτῷ · Τί οὖν ποιεῖς σὺ σημεῖον , ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι ; τί ἐργάζῃ ;
6.31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ , καθώς ἐστιν γεγραμμένον · Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν .
6.32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς · Ἀμὴν ἀμὴν λέγω ὑμῖν , οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ , ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν ·
6.33 ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ .
6.34 εἶπον οὖν πρὸς αὐτόν · Κύριε , πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον .
6.35 Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς · ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ , καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε .
6.36 ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε .
6.37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει , καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω ,
6.38 ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με ·
6.39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πᾶν