13.1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς .
13.2 καὶ δείπνου γινομένου , τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου ,
13.3 εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας , καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει ,
13.4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν ·
13.5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα , καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος .
13.6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον . λέγει αὐτῷ · Κύριε , σύ μου νίπτεις τοὺς πόδας ;
13.7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ · Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι , γνώσῃ δὲ μετὰ ταῦτα .
13.8 λέγει αὐτῷ Πέτρος · Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα . ἀπεκρίθη Ἰησοῦς αὐτῷ · Ἐὰν μὴ νίψω σε , οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ .
13.9 λέγει αὐτῷ Σίμων Πέτρος · Κύριε , μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν .
13.10 λέγει αὐτῷ ὁ Ἰησοῦς · Ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι , ἀλλ’ ἔστιν καθαρὸς ὅλος · καὶ ὑμεῖς καθαροί ἐστε , ἀλλ’ οὐχὶ πάντες .
13.11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν · διὰ τοῦτο εἶπεν ὅτι Οὐχὶ πάντες καθαροί ἐστε .
13.12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ