7.1 Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ , εἰσῆλθεν εἰς Καφαρναούμ .
7.2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν , ὃς ἦν αὐτῷ ἔντιμος .
7.3 ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων , ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ .
7.4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν παρέξῃ τοῦτο ,
7.5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν .
7.6 δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς . ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν ʹφίλους ἑκατοντάρχησʹ λέγων αὐτῷ · Κύριε , μὴ σκύλλου , οὐ γὰρ ʹἱκανός εἰμιʹ ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς ·
7.7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν · ἀλλὰ εἰπὲ λόγῳ , καὶ ἰαθήτω παῖς μου ·
7.8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος , ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας , καὶ λέγω τούτῳ · Πορεύθητι , καὶ πορεύεται , καὶ ἄλλῳ · Ἔρχου , καὶ ἔρχεται , καὶ τῷ δούλῳ μου · Ποίησον τοῦτο , καὶ ποιεῖ .
7.9 ἀκούσας δὲ ταῦτα Ἰησοῦς ἐθαύμασεν αὐτόν , καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν · Λέγω ὑμῖν , οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον .
7.10 καὶ ὑποστρέψαντες ʹεἰς τὸν οἶκον οἱ πεμφθέντεσʹ εὗρον τὸν δοῦλον ὑγιαίνοντα .
7.11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν , καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς .