8.42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν . Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν .
8.43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα , ἥτις ʹἰατροῖς προσαναλώσασα ὅλον τὸν βίονʹ οὐκ ἴσχυσεν ἀπ’ οὐδενὸς θεραπευθῆναι ,
8.44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ , καὶ παραχρῆμα ἔστη ῥύσις τοῦ αἵματος αὐτῆς .
8.45 καὶ εἶπεν Ἰησοῦς · Τίς ἁψάμενός μου ; ἀρνουμένων δὲ πάντων εἶπεν Πέτρος · Ἐπιστάτα , οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν .
8.46 δὲ Ἰησοῦς εἶπεν · Ἥψατό μού τις , ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ .
8.47 ἰδοῦσα δὲ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα .
8.48 δὲ εἶπεν αὐτῇ · Θυγάτηρ , πίστις σου σέσωκέν σε · πορεύου εἰς εἰρήνην .
8.49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι Τέθνηκεν θυγάτηρ σου , μηκέτι σκύλλε τὸν διδάσκαλον .
8.50 δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ · Μὴ φοβοῦ , μόνον πίστευσον , καὶ σωθήσεται .
8.51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν ʹτινα σὺν αὐτῷʹ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα .
8.52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν . δὲ εἶπεν · Μὴ κλαίετε , ʹοὐ γὰρʹ ἀπέθανεν ἀλλὰ καθεύδει .
8.53 καὶ κατεγέλων αὐτοῦ , εἰδότες ὅτι ἀπέθανεν .