10.35 τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι .
10.36 τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς ;
10.37 ὁ δὲ εἶπεν · Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ . εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς · Πορεύου καὶ σὺ ποίει ὁμοίως .
10.38 ʹἘν δὲʹ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά · γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν .
10.39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ , ἣ καὶ ʹπαρακαθεσθεῖσα πρὸσʹ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ .
10.40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν · ἐπιστᾶσα δὲ εἶπεν · Κύριε , οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλειπεν διακονεῖν ; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται .
10.41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος · Μάρθα Μάρθα , μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά ,
10.42 ʹὀλίγων δέ ἐστιν χρεία ἢ ἑνόσʹ · ʹΜαριὰμ γὰρʹ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς .