11.12 καὶ αἰτήσει ᾠόν , ἐπιδώσει αὐτῷ σκορπίον ;
11.13 εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν , πόσῳ μᾶλλον πατὴρ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν .
11.14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον κωφόν · ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν κωφός . καὶ ἐθαύμασαν οἱ ὄχλοι ·
11.15 τινὲς δὲ ἐξ αὐτῶν εἶπον · Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια ·
11.16 ἕτεροι δὲ πειράζοντες σημεῖον ʹἐξ οὐρανοῦ ἐζήτουν παρ’ αὐτοῦʹ .
11.17 αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς · Πᾶσα βασιλεία ἐφ’ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται , καὶ οἶκος ἐπὶ οἶκον πίπτει .
11.18 εἰ δὲ καὶ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη , πῶς σταθήσεται βασιλεία αὐτοῦ ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια .
11.19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια , οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν ; διὰ τοῦτο ʹαὐτοὶ ὑμῶν κριταὶʹ ἔσονται .
11.20 εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια , ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς βασιλεία τοῦ θεοῦ .
11.21 ὅταν ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν , ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ ·
11.22 ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν , τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ’ ἐπεποίθει , καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν .
11.23 μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν , καὶ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει .