14.1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν .
14.2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ .
14.3 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων · Ἔξεστιν τῷ σαββάτῳ ʹθεραπεῦσαι οὔʹ ;
14.4 οἱ δὲ ἡσύχασαν . καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν .
14.5 καὶ πρὸς αὐτοὺς εἶπεν · Τίνος ὑμῶν υἱὸς βοῦς εἰς φρέαρ πεσεῖται , καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου ;
14.6 καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα .
14.7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν , ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο , λέγων πρὸς αὐτούς ·
14.8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους , μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν , μήποτε ἐντιμότερός σου κεκλημένος ὑπ’ αὐτοῦ
14.9 καὶ ἐλθὼν σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι · Δὸς τούτῳ τόπον , καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν .
14.10 ἀλλ’ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον , ἵνα ὅταν ἔλθῃ κεκληκώς σε ἐρεῖ σοι · Φίλε , προσανάβηθι ἀνώτερον · τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι .
14.11 ὅτι πᾶς ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται .
14.12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν · Ὅταν ποιῇς ἄριστον δεῖπνον , μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους , μήποτε καὶ αὐτοὶ ʹἀντικαλέσωσίν σεʹ καὶ γένηται ʹἀνταπόδομά σοιʹ .