18.24 Ἰδὼν δὲ αὐτὸν Ἰησοῦς εἶπεν · Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες ʹεἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονταιʹ ·
18.25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ ʹτρήματος βελόνησʹ εἰσελθεῖν πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν .
18.26 Εἶπαν δὲ οἱ ἀκούσαντες · Καὶ τίς δύναται σωθῆναι ;
18.27 δὲ εἶπεν · Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ʹπαρὰ τῷ θεῷ ἐστινʹ .
18.28 Εἶπεν δὲ Πέτρος · Ἰδοὺ ἡμεῖς ʹἀφέντες τὰ ἴδιαʹ ἠκολουθήσαμέν σοι .
18.29 δὲ εἶπεν αὐτοῖς · Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ʹγυναῖκα ἀδελφοὺς γονεῖσʹ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ ,
18.30 ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον .
18.31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς · Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ , καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου ·
18.32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται ,
18.33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν , καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται .
18.34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν , καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν , καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα .
18.35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν .
18.36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο ·
18.37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς Ναζωραῖος παρέρχεται .
18.38 καὶ ἐβόησεν λέγων · Ἰησοῦ υἱὲ Δαυίδ , ἐλέησόν με .