24.1 τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ʹἐπὶ τὸ μνῆμα ἦλθονʹ φέρουσαι ἡτοίμασαν ἀρώματα .
24.2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου ,
24.3 ʹεἰσελθοῦσαι δὲʹ οὐχ εὗρον τὸ σῶμα .
24.4 καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ʹἐσθῆτι ἀστραπτούσῃʹ .
24.5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν ʹτὰ πρόσωπαʹ εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς · Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν ;
24.6 ʹοὐκ ἔστιν ὧδε , ἀλλὰ ἠγέρθη . ʹ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ ,
24.7 λέγων ʹτὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖʹ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι .
24.8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ ,
24.9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς .
24.10 ἦσαν δὲ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς · ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα .
24.11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα , καὶ ἠπίστουν αὐταῖς .
24.12 ʹὉ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον · καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα · καὶ ἀπῆλθεν πρὸς αὑτὸν θαυμάζων τὸ γεγονός . ʹ
24.13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ʹἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοιʹ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ , ὄνομα Ἐμμαοῦς ,
24.14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων .
24.15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς ,