1.14 Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάνην ἦλθεν Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ
1.15 [ καὶ λέγων ] ὅτι Πεπλήρωται καιρὸς καὶ ἤγγικεν βασιλεία τοῦ θεοῦ · μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ .
1.16 Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ , ἦσαν γὰρ ἁλεεῖς ·
1.17 καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Δεῦτε ὀπίσω μου , καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλεεῖς ἀνθρώπων .
1.18 καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ .
1.19 Καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάνην τὸν ἀδελφὸν αὐτοῦ , καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα ,
1.20 καὶ εὐθὺς ἐκάλεσεν αὐτούς . καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ .
1.21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ . Καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν .
1.22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ , ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς .
1.23 καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ , καὶ ἀνέκραξεν
1.24 λέγων Τί ἡμῖν καὶ σοί , Ἰησοῦ Ναζαρηνέ ; ἦλθες ἀπολέσαι ἡμᾶς ; οἶδά σε τίς εἶ , ἅγιος τοῦ θεοῦ .
1.25 καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς [ λέγων ] Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ .
1.26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ . καὶ ἐθαμβήθησαν ἅπαντες ,