5.40 καὶ κατεγέλων αὐτοῦ . αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ , καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ·
5.41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ Ταλειθά κούμ , ἐστιν μεθερμηνευόμενον Τὸ κοράσιον , σοὶ λέγω , ἔγειρε .
5.42 καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει , ἦν γὰρ ἐτῶν δώδεκα . καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ .
5.43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο , καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν .