6.12 ,
6.13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον , καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον .
6.14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης , φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ , καὶ ἔλεγον ὅτι Ἰὼάνης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν , καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ ·
6.15 ἄλλοι δὲ ἔλεγον ὅτι Ἠλείας ἐστίν · ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν .
6.16 ἀκούσας δὲ ὁ Ἡρῴδης ἔλεγεν Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάνην , οὗτος ἠγέρθη .
6.17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάνην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ , ὅτι αὐτὴν ἐγάμησεν ·
6.18 ἔλεγεν γὰρ ὁ Ἰωάνης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου .
6.19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι , καὶ οὐκ ἠδυνατο ·
6.20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάνην , εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον , καὶ συνετήρει αὐτόν , καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει , καὶ ἡδέως αὐτοῦ ἤκουεν .
6.21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας ,
6.22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος καὶ ὀρχησαμένης , ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις . ὁ δὲ βασιλεὺς εἶπεν τῷ κορασίῳ Αἴτησόν με ὃ ἐὰν θέλῃς , καὶ δώσω σοι ·
6.23 καὶ ὤμοσεν αὐτῇ Ὅτι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου .
6.24 καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς Τί αἰτήσωμαι ; ἡ δὲ εἶπεν Τὴν κεφαλὴν Ἰωάνου τοῦ βαπτίζοντος .