7.1 Καὶ συνἄγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἰεροσολύμων
7.2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν , τοῦτ’ ἔστιν ἀνίπτοις , ἐσθίουσιν τοὺς ἄρτους .
7.3 οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν , κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων ,
7.4 καὶ ἀπ’ ἀγορᾶς ἐὰν μὴ ῥαντίσωνται οὐκ ἐσθίουσιν , καὶ ἄλλα πολλά ἐστιν παρέλαβον κρατεῖν , βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων .
7.5 καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς Διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων , ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον ;
7.6 δὲ εἶπεν αὐτοῖς Καλῶς ἐπροφήτευσεν Ἠσαίας περὶ ὑμῶν τῶν ὑποκριτῶν , ὡς γέγραπται ὅτι " Οὗτος λαὸς τοῖς χείλεσίν με τιμᾷ , δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ · "
7.7 " μάτην δὲ σέβονταί με , διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων · "
7.8 ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων .
7.9 καὶ ἔλεγεν αὐτοῖς Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ , ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε ·
7.10 Μωυσῆς γὰρ εἶπεν " Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου , " καί " κακολογῶν πατέρα μητερα θανάτῳ τελευτάτω · "
7.11 ὑμεῖς δὲ λέγετε Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ τῇ μητρί Κορβάν , ἐστιν Δῶρον , ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς ,
7.12 οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ τῇ μητρί ,