9.1 καὶ ἔλεγεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει .
9.2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάνην , καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους . καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν ,
9.3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι .
9.4 καὶ ὤφθη αὐτοῖς Ἠλείας σὺν Μωυσεῖ , καὶ ἦσαν συνλαλοῦντες τῷ Ἰησοῦ .
9.5 καὶ ἀποκριθεὶς Πέτρος λέγει τῷ Ἰησοῦ Ῥαββεί , καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι , καὶ ποιήσωμεν τρεῖς σκηνάς , σοὶ μίαν καὶ Μωυσεῖ μίαν καὶ Ἠλείᾳ μίαν .
9.6 οὐ γὰρ ᾔδει τί ἀποκριθῇ , ἔκφοβοι γὰρ ἐγένοντο .
9.7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς , καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης Οὗτός ἐστιν υἱός μου ἀγαπητός , ἀκούετε αὐτοῦ .
9.8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον μεθ’ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον .
9.9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἶδον διηγήσωνται , εἰ μὴ ὅταν υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ .
9.10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συνζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι .
9.11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλείαν δεῖ ἐλθεῖν πρῶτον ;
9.12 δὲ ἔφη αὐτοῖς " Ἠλείας " μὲν ἐλθὼν πρῶτον " ἀποκατιστάνει " πάντα , καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ ;