15.34 ὁ Ἰησοῦς φωνῇ μεγάλῃ " Ἐλωί ἐλωί λαμὰ σαβαχθανεί ; " ὅ ἐστιν μεθερμηνευόμενον " Ὁ θεός μου [ ὁ θεός μου ] , εἰς τί ἐγκατέλιπές με ; "
15.35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον Ἴδε Ἠλείαν φωνεῖ .
15.36 δραμὼν δέ τις γεμίσας σπόγγον " ὄξους " περιθεὶς καλάμῳ " ἐπότιζεν " αὐτόν , λέγων Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλείας καθελεῖν αὐτόν .
15.37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν .
15.38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω .
15.39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν Ἀληθῶς οὗτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν .
15.40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι , ἐν αἷς καὶ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη ,
15.41 αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἰεροσόλυμα .
15.42 Καὶ ἤδη ὀψίας γενομένης , ἐπεὶ ἦν παρασκευή , ὅ ἐστιν προσάββατον ,
15.43 ἐλθὼν Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής , ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ , τολμήσας εἰσῆλθεν πρὸς τὸν Πειλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ .
15.44 ὁ δὲ Πειλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν , καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπη ρώτησεν αὐτὸν εἰ ἤδη ἀπέθανεν ·
15.45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ .
15.46 καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι ὃ ἦν λελατομημένον ἐκ πέτρας , καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ