1.14 Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ , Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ , Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ ,
1.15 Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ , Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Μαθθάν , Μαθθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ ,
1.16 Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας , ἐξ ἧς ἐγεννήθη Ἰησοῦς λεγόμενος Χριστός .
1.17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυεὶδ γενεαὶ δεκατέσσαρες , καὶ ἀπὸ Δαυεὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες , καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες .
1.18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ γένεσις οὕτως ἦν . Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ , πρὶν συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου .
1.19 Ἰωσὴφ δὲ ἀνὴρ αὐτῆς , δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι , ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν .
1.20 Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων Ἰωσὴφ υἱὸς Δαυείδ , μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου , τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου ·
1.21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν , αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν .
1.22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος
1.23 " Ἰδοὺ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν , καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ · " ἐστιν μεθερμηνευόμενον " Μεθ’ ἡμῶν θεός . "