4.1 Τότε [ ] Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος , πειρασθῆναι ὑπὸ τοῦ διαβόλου .
4.2 καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν .
4.3 Καὶ προσελθὼν πειράζων εἶπεν αὐτῷ Εἰ υἱὸς εἶ τοῦ θεοῦ , εἰπὸν ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται .
4.4 δὲ ἀποκριθεὶς εἶπεν Γέγραπται " Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος , ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ . "
4.5 Τότε παραλαμβάνει αὐτὸν διάβολος εἰς τὴν ἁγίαν πόλιν , καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ ,
4.6 καὶ λέγει αὐτῷ Εἰ υἱὸς εἶ τοῦ θεοῦ , βάλε σεαυτὸν κάτω · γέγραπται γὰρ ὅτι " Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε , μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου . "
4.7 ἔφη αὐτῷ Ἰησοῦς Πάλιν γέγραπται " Οὐκ ἐκπειράσεις Κύριον τὸν θεόν σου . "
4.8 Πάλιν παραλαμβάνει αὐτὸν διάβολος εἰς ὄρος ὑψηλὸν λίαν , καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν ,
4.9 καὶ εἶπεν αὐτῷ Ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι .
4.10 τότε λέγει αὐτῷ Ἰησοῦς Ὕπαγε , Σατανᾶ · γέγραπται γάρ " Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις . "
4.11 Τότε ἀφίησιν αὐτὸν διάβολος , καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ .
4.12 Ἀκούσας δὲ ὅτι Ἰωάνης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν .
4.13 καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ ·