5.16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων , ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς .
5.17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον τοὺς προφήτας · οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι ·
5.18 ἀμὴν γὰρ λέγω ὑμῖν , ἕως ἂν παρέλθῃ οὐρανὸς καὶ γῆ , ἰῶτα ἓν μία κερέα οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως [ ἂν ] πάντα γένηται .
5.19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους , ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν · ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ , οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν .
5.20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων , οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν .
5.21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις " Οὐ φονεύσεις · " ὃς δ’ ἂν φονεύσῃ , ἔνοχος ἔσται τῇ κρίσει .
5.22 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει · ὃς δ’ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ Ῥακά , ἔνοχος ἔσται τῷ συνεδρίῳ · ὃς δ’ ἂν εἴπῃ Μωρέ , ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός .
5.23 ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ἀδελφός σου ἔχει τι κατὰ σοῦ ,
5.24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου , καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου , καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου .