10.25 ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς διδάσκαλος αὐτοῦ , καὶ δοῦλος ὡς κύριος αὐτοῦ . εἰ τὸν οἰκοδεσπότην Βεεζεβοὺλ ἐπεκάλεσαν , πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ .
10.26 μὴ οὖν φοβηθῆτε αὐτούς · οὐδὲν γάρ ἐστιν κεκαλυμμένον οὐκ ἀποκαλυφθήσεται , καὶ κρυπτὸν οὐ γνωσθήσεται .
10.27 λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ , εἴπατε ἐν τῷ φωτί · καὶ εἰς τὸ οὖς ἀκούετε , κηρύξατε ἐπὶ τῶν δωμάτων .
10.28 καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι · φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ .
10.29 οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται ; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν .
10.30 ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν .
10.31 μὴ οὖν φοβεῖσθε · πολλῶν στρουθίων διαφέρετε ὑμεῖς .
10.32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων , ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς ·
10.33 ὅστις δὲ ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων , ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς .
10.34 Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν · οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν .
10.35 ἦλθον γὰρ διχάσαι ἄνθρωπον " κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς , "
10.36 " καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ . "