11.1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ , μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν .
11.2 δὲ Ἰωάνης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ
11.3 εἶπεν αὐτῷ Σὺ εἶ ἐρχόμενος ἕτερον προσδοκῶμεν ;
11.4 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς Πορευθέντες ἀπαγγείλατε Ἰωάνει ἀκούετε καὶ βλέπετε ·
11.5 " τυφλοὶ ἀναβλέπουσιν " καὶ χωλοὶ περιπατοῦσιν , λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν , καὶ νεκροὶ ἐγείρονται καὶ " πτωχοὶ εὐαγγελίζονται · "
11.6 καὶ μακάριός ἐστιν ὃς ἂν μὴ σκανδαλισθῇ ἐν ἐμοί .
11.7 Τούτων δὲ πορευομένων ἤρξατο Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάνου Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι ; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον ;
11.8 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν ; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον ; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων .
11.9 ἀλλὰ τί ἐξήλθατε ; προφήτην ἰδεῖν ; ναί , λέγω ὑμῖν , καὶ περισσότερον προφήτου .
11.10 οὗτός ἐστιν περὶ οὗ γέγραπται " Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου , ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου . "
11.11 ἀμὴν λέγω ὑμῖν , οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάνου τοῦ βαπτιστοῦ · δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστίν .
11.12 ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάνου τοῦ βαπτιστοῦ ἕως ἄρτι βασιλεία τῶν οὐρανῶν βιάζεται , καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν .
11.13 πάντες γὰρ οἱ προφῆται καὶ νόμος ἕως Ἰωάνου ἐπροφήτευσαν ·
11.14 καὶ εἰ θέλετε δέξασθαι , αὐτός ἐστιν Ἠλείας μέλλων ἔρχεσθαι .