12.1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων · οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν , καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν .
12.2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ .
12.3 δὲ εἶπεν αὐτοῖς Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυεὶδ ὅτε ἐπείνασεν καὶ οἱ μετ’ αὐτοῦ ;
12.4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ " τοὺς ἄρτους τῆς προθέσεως " ἔφαγον , οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ’ αὐτοῦ εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις ;
12.5 οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν ;
12.6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε .
12.7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν " Ἔλεος θέλω καὶ οὐ θυσίαν , " οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους .
12.8 κύριος γάρ ἐστιν τοῦ σαββάτου υἱὸς τοῦ ἀνθρώπου .
12.9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν ·
12.10 καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν . καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες Εἰ ἔξεστι τοῖς σάββασιν θεραπεύειν ; ἵνα κατηγορήσωσιν αὐτοῦ .
12.11 δὲ εἶπεν αὐτοῖς Τίς [ ἔσται ] ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν , καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον , οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ ;
12.12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου . ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν .
12.13 Τότε λέγει τῷ ἀνθρώπῳ Ἔκτεινόν σου τὴν χεῖρα · καὶ ἐξέτεινεν , καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἄλλη .