12.28 εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια , ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς βασιλεία τοῦ θεοῦ .
12.29 πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι , ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν ; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει .
12.30 μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστίν , καὶ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει .
12.31 Διὰ τοῦτο λέγω ὑμῖν , πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις , δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται .
12.32 καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου , ἀφεθήσεται αὐτῷ · ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου , οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι .
12.33 ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν , ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν · ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται .
12.34 γεννήματα ἐχιδνῶν , πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες ; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ .
12.35 ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά , καὶ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά .
12.36 Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν λαλήσουσιν οἱ ἄνθρωποι , ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως ·
12.37 ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ , καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ .
12.38 Τότε ἀπεκρίθησαν αὐτῷ τινὲς τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες Διδάσκαλε , θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν .