13.36 τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν . Καὶ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ .
13.37 ὁ δὲ ἀποκριθεὶς εἶπεν Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου ·
13.38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος · τὸ δὲ καλὸν σπέρμα , οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας · τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ ,
13.39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος · ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν , οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν .
13.40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται , οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ·
13.41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ , καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα " τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν , "
13.42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός · ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων .
13.43 Τότε " οἱ δίκαιοι ἐκλάμψουσιν " ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν . Ὁ ἔχων ὦτα ἀκουέτω .
13.44 Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ , ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν , καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον .
13.45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας ·
13.46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν .
13.47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ ·
13.48 ἣν