15.1 Τότε προσέρχονται τῷ Ἰησοῦ ἀπὸ Ἰεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες
15.2 Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων ; οὐ γὰρ νίπτονται τὰς χεῖρας ὅταν ἄρτον ἐσθίωσιν .
15.3 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν ;
15.4 γὰρ θεὸς εἶπεν " Τίμα τὸν πατέρα καὶ τὴν μητέρα , " καί " κακολογῶν πατέρα μητέρα θανάτῳ τελευτάτω · "
15.5 ὑμεῖς δὲ λέγετε Ὃς ἂν εἴπῃ τῷ πατρὶ τῇ μητρί Δῶρον ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς ,
15.6 οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ · καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν .
15.7 ὑποκριταί , καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαίας λέγων
15.8 " λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ , δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ · "
15.9 " μάτην δὲ σέβονταί με , διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων . "
15.10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς Ἀκούετε καὶ συνίετε ·
15.11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον , ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον .
15.12 Τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν ;
15.13 δὲ ἀποκριθεὶς εἶπεν Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν πατήρ μου οὐράνιος ἐκριζωθήσεται .
15.14 ἄφετε αὐτούς · τυφλοί εἰσιν ὁδηγοί · τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ , ἀμφότεροι εἰς βόθυνον πεσοῦνται .
15.15 Ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ Φράσον ἡμῖν τὴν παραβολήν .
15.16 δὲ εἶπεν Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε ;