17.1 Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάνην τὸν ἀδελφὸν αὐτοῦ , καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν .
17.2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν , καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος , τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς .
17.3 καὶ ἰδοὺ ὤφθη αὐτοῖς Μωυσῆς καὶ Ἠλείας συνλαλοῦντες μετ’ αὐτοῦ .
17.4 ἀποκριθεὶς δὲ Πέτρος εἶπεν τῷ Ἰησοῦ Κύριε , καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι · εἰ θέλεις , ποιήσω ὧδε τρεῖς σκηνάς , σοὶ μίαν καὶ Μωυσεῖ μίαν καὶ Ἠλείᾳ μίαν .
17.5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτινὴ ἐπεσκίασεν αὐτούς , καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα Οὗτός ἐστιν υἱός μου ἀγαπητός , ἐν εὐδόκησα · ἀκούετε αὐτοῦ .
17.6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα .
17.7 καὶ προσῆλθεν Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν Ἐγέρθητε καὶ μὴ φοβεῖσθε .
17.8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ αὐτὸν Ἰησοῦν μόνον .
17.9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς Ἰησοῦς λέγων Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ .
17.10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγοντες Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλείαν δεῖ ἐλθεῖν πρῶτον ;
17.11 δὲ ἀποκριθεὶς εἶπεν " Ἠλείας " μὲν ἔρχεται καὶ " ἀποκαταστήσει " πάντα ·
17.12 λέγω δὲ ὑμῖν ὅτι Ἠλείας ἤδη ἦλθεν , καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν · οὕτως καὶ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν .