18.1 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ;
18.2 καὶ προσκαλεσάμενος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν
18.3 καὶ εἶπεν Ἀμὴν λέγω ὑμῖν , ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία , οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν .
18.4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο , οὗτός ἐστιν μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ·
18.5 καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου , ἐμὲ δέχεται ·
18.6 ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ , συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης .
18.7 Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων · ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα , πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται .
18.8 Εἰ δὲ χείρ σου πούς σου σκανδαλίζει σε , ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ · καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν χωλόν , δύο χεῖρας δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον .
18.9 καὶ εἰ ὀφθαλμός σου σκανδαλίζει σε , ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ · καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν , δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός .
18.10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων , λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς .