18.22 λέγει αὐτῷ Ἰησοῦς Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά .
18.23 Διὰ τοῦτο ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ ·
18.24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσήχθη εἷς αὐτῷ ὀφειλέτης μυρίων ταλάντων .
18.25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει καὶ ἀποδοθῆναι .
18.26 πεσὼν οὖν δοῦλος προσεκύνει αὐτῷ λέγων Μακροθύμησον ἐπ’ ἐμοί , καὶ πάντα ἀποδώσω σοι .
18.27 σπλαγχνισθεὶς δὲ κύριος τοῦ δούλου [ ἐκείνου ] ἀπέλυσεν αὐτόν , καὶ τὸ δάνιον ἀφῆκεν αὐτῷ .
18.28 ἐξελθὼν δὲ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια , καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων Ἀπόδος εἴ τι ὀφείλεις .
18.29 πεσὼν οὖν σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων Μακροθύμησον ἐπ’ ἐμοί , καὶ ἀποδώσω σοι .
18.30 δὲ οὐκ ἤθελεν , ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ἀποδῷ τὸ ὀφειλόμενον .
18.31 ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα , καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα .
18.32 τότε προσκαλεσάμενος αὐτὸν κύριος αὐτοῦ λέγει αὐτῷ Δοῦλε πονηρέ , πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι , ἐπεὶ παρεκάλεσάς με ·
18.33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου , ὡς κἀγὼ σὲ ἠλέησα ;
18.34 καὶ ὀργισθεὶς κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως [ οὗ ] ἀποδῷ πᾶν τὸ ὀφειλόμενον .