23.1 Τότε [ ] Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ λέγων
23.2 Ἐπὶ τῆς Μωυσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι .
23.3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε , κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε , λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν .
23.4 δεσμεύουσιν δὲ φορτία βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων , αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά .
23.5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις · πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα ,
23.6 φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
23.7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββεί .
23.8 ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββεί , εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος , πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε ·
23.9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς , εἷς γάρ ἐστιν ὑμῶν πατὴρ οὐράνιος ·
23.10 μηδὲ κληθῆτε καθηγηταί , ὅτι καθηγητὴς ὑμῶν ἐστὶν εἷς χριστός ·
23.11 δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος .
23.12 Ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται , καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται .
23.13 [ ... ]
23.14 Οὐαὶ δὲ ὑμῖν , γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί , ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων · ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε , οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν .
23.15 Οὐαὶ ὑμῖν , γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί , ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον , καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν .