45 τοσούτου τοίνυν δεῖ ἢ λοιδορία ἢ παροινία ἢ ἄλλη τις διαφορὰ ἡμῖν γεγονέναι , ὥστε οὐδὲ ἑωρακὼς ἦ τὸν ἄνθρωπον πώποτε πλὴν ἐν ἐκείνῃ τῇ νυκτί . τί ἄν οὖν βουλόμενος ἐγὼ τοιοῦτον κίνδυνον ἐκινδύνευον , εἰ μὴ τὸ μέγιστον τῶν ἀδικημάτων ἦ ὑπ’ αὐτοῦ ἠδικημένος ;
46 ἔπειτα παρακαλέσας αὐτὸς μάρτυρας ἠσέβουν , ἐξόν μοι , εἴπερ ἀδίκως ἐπεθύμουν αὐτὸν ἀπολέσαι , μηδένα μοι τούτων συνειδέναι ;
47 ἐγὼ μὲν οὖν , ὦ ἄνδρες , οὐκ ἰδίαν ὑπὲρ ἐμαυτοῦ νομίζω ταύτην γενέσθαι τὴν τιμωρίαν , ἀλλ’ ὑπὲρ τῆς πόλεως ἁπάσης · οἱ γὰρ τοιαῦτα πράττοντες , ὁρῶντες οἷα τὰ ἆθλα πρόκειται τῶν τοιούτων ἁμαρτημάτων , ἧττον εἰς τοὺς ἄλλους ἐξαμαρτήσονται , ἐὰν καὶ ὑμᾶς ὁρῶσι τὴν αὐτὴν γνώμην ἔχοντας .
48 εἰ δὲ μή , πολὺ κάλλιον τοὺς μὲν κειμένους νόμους ἐξαλεῖψαι , ἑτέρους δὲ θεῖναι , οἵτινες τοὺς μὲν φυλάττοντας τὰς ἑαυτῶν γυναῖκας ταῖς ζημίαις ζημιώσουσι , τοῖς δὲ βουλομένοις εἰς αὐτὰς ἁμαρτάνειν πολλὴν ἄδειαν ποιήσουσι .
49 πολὺ γὰρ οὕτω δικαιότερον ἢ ὑπὸ τῶν νόμων τοὺς πολίτας ἐνεδρεύεσθαι , οἳ κελεύουσι μέν , ἐάν τις μοιχὸν λάβῃ , ὅ τι ἂν οὖν βούληται χρῆσθαι , οἱ δ’ ἀγῶνες δεινότεροι τοῖς ἀδικουμένοις καθεστήκασιν ἢ τοῖς παρὰ τοὺς νόμους τὰς ἀλλοτρίας καταισχύνουσι γυναῖκας .
50 ἐγὼ γὰρ νῦν καὶ περὶ τοῦ σώματος καὶ περὶ τῶν χρημάτων καὶ περὶ τῶν ἄλλων ἁπάντων κινδυνεύω , ὅτι τοῖς τῆς πόλεως νόμοις ἐπειθόμην .