5.1 Ἡ δὲ κωμῳδία ἐστίν , ὥσπερ εἴπομεν , μίμησις φαυλοτέρων μέν , οὐ μέντοι κατὰ πᾶσαν κακίαν , ἀλλὰ τοῦ αἰσχροῦ ἐστὶ τὸ γελοῖον μόριον .
5.2 Τὸ γὰρ γελοῖόν ἐστιν ἁμάρτημά τι καὶ αἶσχος ἀνώδυνον καὶ οὐ φθαρτικόν , οἷον εὐθὺς τὸ γελοῖον πρόσωπον αἰσχρόν τι καὶ διεστραμμένον ἄνευ ὀδύνης .
5.3 Αἱ μὲν οὖν τῆς τραγῳδίας μεταβάσεις , καὶ δι ̓ ὧν ἐγένοντο , οὐ λελήθασιν , ἡ δὲ κωμῳδία διὰ τὸ μὴ σπουδάζεσθαι ἐξ ἀρχῆς ἔλαθεν· καὶ γὰρ χορὸν κωμῳδῶν ὀψέ ποτε ὁ ἄρχων ἔδωκεν , ἀλλ ̓ ἐθελονταὶ ἦσαν .
5.4 Ἤδη δὲ σχήματά τινα αὐτῆς ἐχούσης οἱ λεγόμενοι αὐτῆς ποιηταὶ μνημονεύονται . Τίς δὲ πρόσωπα ἀπέδωκεν ἢ προλόγους ἢ πλήθη ὑποκριτῶν καὶ ὅσα τοιαῦτα , ἠγνόηται .
5.5 Τὸ δὲ μύθους ποιεῖν Ἐπίχαρμος καὶ Φόρμις .
5.6 Τὸ μὲν οὖν ἐξ ἀρχῆς ἐκ Σικελίας ἦλθεν , τῶν δὲ Ἀθήνησιν Κράτης πρῶτος ἦρξεν ἀφέμενος τῆς ἰαμβικῆς ἰδέας καθόλου ποιεῖν λόγους καὶ μύθους .
5.7 Ἡ μὲν οὖν ἐποποιία τῇ τραγῳδίᾳ μέχρι μόνου μέτρου μετὰ λόγου μίμησις εἶναι σπουδαίων ἠκολούθησεν· τῷ δὲ τὸ μέτρον ἁπλοῦν ἔχειν καὶ ἀπαγγελίαν εἶναι , ταύτῃ διαφέρουσιν .
5.8 Ἔτι δὲ τῷ μήκει· ἡ μὲν γὰρ ὅτι μάλιστα πειρᾶται ὑπὸ μίαν περίοδον ἡλίου εἶναι ἢ μικρὸν ἐξαλλάττειν , ἡ δὲ ἐποποιία ἀόριστος τῷ χρόνῳ , καὶ τούτῳ διαφέρει .
5.9 Καίτοι τὸ πρῶτον ὁμοίως ἐν ταῖς τραγῳδίαις τοῦτο ἐποίουν καὶ ἐν τοῖς ἔπεσιν .
5.10 Μέρη δ ̓ ἐστὶ τὰ μὲν ταὐτά , τὰ δὲ ἴδια τῆς τραγῳδίας .