13.1 Ὧν δὲ δεῖ στοχάζεσθαι καὶ ἃ δεῖ εὐλαβεῖσθαι συνιστάντας τοὺς μύθους , καὶ πόθεν ἔσται τὸ τῆς τραγῳδίας ἔργον , ἐφεξῆς ἂν εἴη λεκτέον τοῖς νῦν εἰρημένοις .
13.2 Ἐπειδὴ οὖν δεῖ τὴν σύνθεσιν εἶναι τῆς καλλίστης τραγῳδίας μὴ ἁπλῆν ἀλλὰ πεπλεγμένην , καὶ ταύτην φοβερῶν καὶ ἐλεεινῶν εἶναι μιμητικήν ( τοῦτο γὰρ ἴδιον τῆς τοιαύτης μιμήσεώς ἐστιν ) , πρῶτον μὲν δῆλον ὅτι οὔτε τοὺς ἐπιεικεῖς ἄνδρας δεῖ μεταβάλλοντας φαίνεσθαι ἐξ εὐτυχίας εἰς δυστυχίαν ( οὐ γὰρ φοβερὸν οὐδὲ ἐλεεινὸν τοῦτο , ἀλλὰ μιαρόν ἐστιν )
13.3 οὔτε τοὺς μοχθηροὺς ἐξ ἀτυχίας εἰς εὐτυχίαν ( ἀτραγῳδότατον γὰρ τοῦτ ̓ ἐστὶ πάντων· οὐδὲν γὰρ ἔχει ὧν δεῖ· οὔτε γὰρ φιλάνθρωπον οὔτε ἐλεεινὸν οὔτε φοβερόν ἐστιν ) ,
13.4 οὐδ ̓ αὖ τὸν σφόδρα πονηρὸν ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταπίπτειν . Τὸ μὲν γὰρ φιλάνθρωπον ἔχοι ἂν ἡ τοιαύτη σύστασις , ἀλλ ̓ οὔτε ἔλεον οὔτε φόβον· ὁ μὲν γὰρ περὶ τὸν ἀνάξιόν ἐστι δυστυχοῦντα , ὁ δὲ περὶ τὸν ὅμοιον , ἔλεος μὲν περὶ τὸν ἀνάξιον , φόβος δὲ περὶ τὸν ὅμοιον , ὥστε οὔτε ἐλεεινὸν οὔτε φοβερὸν ἔσται τὸ συμβαῖνον .
13.5 Ὁ μεταξὺ ἄρα τούτων λοιπός . Ἔστι δὲ τοιοῦτος ὁ μήτε ἀρετῇ διαφέρων καὶ δικαιοσύνῃ , μήτε διὰ κακίαν καὶ μοχθηρίαν μεταβάλλων εἰς τὴν δυστυχίαν ἀλλὰ δι ̓ ἁμαρτίαν τινά , τῶν ἐν μεγάλῃ δόξῃ ὄντων καὶ εὐτυχίᾳ , οἷον Οἰδίπους καὶ Θυέστης καὶ οἱ ἐκ τῶν τοιούτων γενῶν ἐπιφανεῖς ἄνδρες .