20.1 Τῆς δὲ λέξεως ἁπάσης τάδ ̓ ἐστὶ τὰ μέρη , στοιχεῖον , συλλαβή , σύνδεσμος , ὄνομα , ῥῆμα , ἄρθρον , πτῶσις , λόγος .
20.2 Στοιχεῖον μὲν οὖν ἐστὶ φωνὴ ἀδιαίρετος , οὐ πᾶσα δέ , ἀλλ ̓ ἐξ ἧς πέφυκε συνετὴ γίνεσθαι φωνή· καὶ γὰρ τῶν θηρίων εἰσὶν ἀδιαίρετοι φωναί , ὦν οὐδεμίαν λέγω στοιχεῖον .
20.3 Ταύτης δὲ μέρη τό τε φωνῆεν καὶ τὸ ἡμίφωνον καὶ ἄφωνον . Ἔστι δὲ φωνῆεν μὲν ἄνευ προσβολῆς ἔχον φωνὴν ἀκουστήν , οἷον τὸ Α καὶ τὸ Ω , ἡμίφωνον δὲ τὸ μετὰ προσβολῆς ἔχον φωνὴν ἀκουστήν , οἷον τὸ Σ καὶ τὸ Ρ , ἄφωνον δὲ τὸ μετὰ προσβολῆς καθ ̓ αὑτὸ μὲν οὐδεμίαν ἔχον φωνήν , μετὰ δὲ τῶν ἐχόντων τινὰ φωνὴν γινόμενον ἀκουστόν , οἷον τὸ Γ καὶ τὸ Δ .
20.4 Ταῦτα δὲ διαφέρει σχήμασί τε τοῦ στόματος καὶ τόποις καὶ δασύτητι καὶ ψιλότητι καὶ μήκει καὶ βραχύτητι , ἔτι δὲ ὀξύτητι καὶ βαρύτητι καὶ τῷ μέσῳ· περὶ ὦν καθ ̓ ἕκαστον ἐν τοῖς μετρικοῖς προσήκει θεωρεῖν .
20.5 Συλλαβὴ δ ̓ ἐστὶ φωνὴ ἄσημος , συνθετὴ ἐξ ἀφώνου καὶ φωνὴν ἔχοντος· καὶ γὰρ τὸ ΓΡ ἄνευ τοῦ Α συλλαβή , καὶ μετὰ τοῦ Α , οἷον τὸ ΓΡΑ . Ἀλλὰ καὶ τούτων θεωρῆσαι τὰς διαφορὰς τῆς μετρικῆς ἐστίν .