1.14.9 δὲ θεὸς οὐχ οἷός τʹ ἐστὶ πάντα ἐφορᾶν καὶ πᾶσιν συμπαρεῖναι καὶ ἀπὸ πάντων τινὰ ἴσχειν διάδοσιν ;
1.14.10 ἀλλὰ φωτίζειν οἷός τʹ ἐστὶν ἥλιος τηλικοῦτον μέρος τοῦ παντός , ὀλίγον δὲ τὸ ἀφώτιστον ἀπολιπεῖν ὅσον οἷόν τʹ ἐπέχεσθαι ὑπὸ σκιᾶς , ἣν γῆ ποιεῖ · δὲ καὶ τὸν ἥλιον αὐτὸν πεποιηκὼς καὶ περιάγων μέρος ὄντʹ αὐτοῦ μικρὸν ὡς πρὸς τὸ ὅλον , οὗτος δʹ οὐ δύναται πάντων αἰσθάνεσθαι ;
1.14.11 ἀλλʹ ἐγώ , φησίν , οὐ δύναμαι πᾶσιν ἅμα τούτοις παρακολουθεῖν . τοῦτο δέ σοι καὶ λέγει τις , ὅτι ἴσην ἔχεις δύναμιν τῷ Διί ;
1.14.12 ἀλλʹ οὖν οὐδὲν ἧττον καὶ ἐπίτροπον ἑκάστῳ παρέστησεν τὸν ἑκάστου δαίμονα καὶ παρέδωκεν φυλάσσειν αὐτὸν αὐτῷ καὶ τοῦτον ἀκοίμητον καὶ ἀπαραλόγιστον .
1.14.13 τίνι γὰρ ἄλλῳ κρείττονι καὶ ἐπιμελεστέρῳ φύλακι παρέδωκεν ἡμῶν ἕκαστον ; ὥσθʹ , ὅταν κλείσητε τὰς θύρας καὶ σκότος ἔνδον ποιήσητε , μέμνησθε μηδέποτε λέγειν ὅτι μόνοι ἐστέ ·
1.14.14 οὐ γὰρ ἐστέ , ἀλλʹ θεὸς ἔνδον ἐστὶ καὶ ὑμέτερος δαίμων ἐστίν . καὶ τίς τούτοις χρεία φωτὸς εἰς τὸ βλέπειν τί ποιεῖτε ;
1.14.15 τούτῳ τῷ θεῷ ἔδει καὶ ὑμᾶς ὀμνύειν ὅρκον , οἷον οἱ στρατιῶται τῷ Καίσαρι . ἀλλʹ ἐκεῖνοι μὲν τὴν μισθοφορίαν λαμβάνοντες ὀμνύουσιν πάντων προτιμήσειν τὴν τοῦ Καίσαρος σωτηρίαν , ὑμεῖς δὲ δε τοσούτων καὶ τηλικούτων ἠξιωμένοι οὐκ ὀμόσετε ὀμόσαντες οὐκ ἐμμενεῖτε ;
1.14.16 καὶ τί ὀμόσετε ; μὴ ἀπειθήσειν μηδέποτε μηδʹ ἐγκαλέσειν μηδὲ μέμψεσθαί τινι τῶν ὑπʹ ἐκείνου δεδομένων μηδʹ ἄκοντες ποιήσειν τι πείσεσθαι τῶν ἀναγκαίων .