1.26.3 πρῶτον οὖν ἐπὶ τῆς θεωρίας γυμνάζουσιν ἡμᾶς οἱ φιλόσοφοι ὅπου ῥᾷον , εἶτα οὕτως ἐπὶ τὰ χαλεπώτερα ἄγουσιν · ἐνταῦθα γὰρ οὐδέν ἐστι τὸ ἀνθέλκον ὡς πρὸς τὸ ἀκολουθῆσαι τοῖς διδασκομένοις , ἐπὶ δὲ τῶν βιωτικῶν πολλὰ τὰ περισπῶντα . γελοῖος οὖν λέγων πρῶτον βούλεσθαι ἐπʹ ἐκείνων ·
1.26.4 οὐ γὰρ ῥᾴδιον ἄρχεσθαι ἀπὸ τῶν χαλεπωτέρων .
1.26.5 καὶ τοῦτον ἀπολογισμὸν ἔδει φέρειν πρὸς τοὺς γονεῖς τοὺς ἀγανακτοῦντας ἐπὶ τῷ φιλοσοφεῖν τὰ τέκνα . οὐκοῦν ἁμαρτάνω , πάτερ , καὶ οὐκ οἶδα τὸ ἐπιβάλλον ἐμαυτῷ καὶ προσῆκον · εἰ μὲν οὐδὲ μαθητόν ἐστιν οὐδὲ διδακτόν , τί μοι ἐγκαλεῖς ; εἰ δὲ διδακτόν , δίδασκε · εἰ δὲ σὺ μὴ δύνασαι , ἄφες με μαθεῖν παρὰ τῶν λεγόντων εἰδέναι .
1.26.6 ἐπεὶ τί δοκεῖς ; ὅτι θέλων περιπίπτω κακῷ καὶ ἀποτυγχάνω τοῦ ἀγαθοῦ ; μὴ γένοιτο . τί οὖν ἐστι τὸ αἴτιον τοῦ ἁμαρτάνειν με ;
1.26.7 ἄγνοια . οὐ θέλεις οὖν ἀποθῶμαι τὴν ἄγνοιαν ; τίνα πώποτε ὀργὴν ἐδίδαξε τὰ κυβερνητικά , τὰ μουσικά ; τὰ βιωτικὰ οὖν διὰ τὴν ὀργήν σου δοκεῖς ὅτι μαθήσομαι ;
1.26.8 ταῦτα ἐκείνῳ μόνῳ λέγειν ἔξεστι τῷ τοιαύτην ἐπιβολὴν ἐνηνοχότι . εἰ δέ τις μόνον ἐπιδείκνυσθαι θέλων ἐν συμποσίῳ ὅτι οἶδεν τοὺς ὑποθετικοὺς ἀναγιγνώσκει ταῦτα καὶ προσέρχεται τοῖς φιλοσόφοις , οὗτος ἄλλο τι πράσσει ἵνα αὐτὸν συγκλητικὸς παρακατακείμενος θαυμάσει ;
1.26.9 ἐκεῖ γὰρ τῷ ὄντι αἱ μεγάλαι ὗλαί εἰσι καὶ οἱ ἐνθάδε πλοῦτοι ἐκεῖ παίγνια δοκοῦσιν . διὰ τοῦτο ἐκεῖ δύσκολον κρατῆσαι τῶν αὑτοῦ φαντασιῶν , ὅπου τὰ ἐκ