3.21.23 ἀλλὰ εἴ σε ψυχαγωγεῖ τὰ θεωρήματα , καθήμενος αὐτὰ στρέφε αὐτὸς ἐπὶ σεαυτοῦ · φιλόσοφον δὲ μηδέποτʹ εἴπῃς σεαυτὸν μηδʹ ἄλλου ἀνάσχῃ λέγοντος , ἀλλὰ λέγε πεπλάνηται · ἐγὼ γὰρ οὔτʹ ὀρέγομαι ἄλλως πρότερον οὐδʹ ὁρμῶ ἐπʹ ἄλλα οὐδὲ συγκατατίθεμαι ἄλλοις οὐδʹ ὅλως ἐν χρήσει φαντασιῶν παρήλλαχά τι ἀπὸ τῆς πρότερον καταστάσεως .
3.21.24 ταῦτα φρόνει καὶ λέγε περὶ σεαυτοῦ , εἰ θέλεις τὰ κατʹ ἀξίαν φρονεῖν · εἰ δὲ μή , κύβευε καὶ ποίει ποιεῖς . ταῦτα γάρ σοι πρέπει .
3.22.head περὶ Κυνισμοῦ .
3.22.1 πυθομένου δὲ τῶν γνωρίμων τινὸς αὐτοῦ , ὃς ἐφαίνετο ἐπιρρεπῶς ἔχων πρὸς τὸ κυνίσαι , Ποῖόν τινα εἶναι δεῖ τὸν κυνίζοντα καὶ τίς πρόληψις τοῦ πράγματος , Σκεψόμεθα κατὰ σχολήν .
3.22.2 τοσοῦτον δʹ ἔχω σοι εἰπεῖν , ὅτι δίχα θεοῦ τηλικούτῳ πράγματι ἐπιβαλλόμενος θεοχόλωτός ἐστι καὶ οὐδὲν ἄλλο δημοσίᾳ θέλει ἀσχημονεῖν .
3.22.3 οὐδὲ γὰρ ἐν οἰκίᾳ καλῶς οἰκουμένῃ παρελθών τις αὐτὸς ἑαυτῷ λέγει ἐμὲ δεῖ οἰκονόμον εἶναι · εἰ δὲ μή , ἐπιστραφεὶς κύριος καὶ ἰδὼν αὐτὸν σοβαρῶς διατασσόμενον , ἑλκύσας ἔτεμεν .
3.22.4 οὕτως γίνεται καὶ ἐν τῇ μεγάλῃ ταύτῃ πόλει . ἔστι γάρ τις καὶ ἐνθάδʹ οἰκοδεσπότης ἕκαστα διατάσσων .
3.22.5 σὺ ἥλιος εἶ · δύνασαι περιερχόμενος ἐνιαυτὸν ποιεῖν καὶ ὥρας καὶ τοὺς καρποὺς αὔξειν καὶ τρέφειν καὶ ἀνέμους κινεῖν καὶ ἀνιέναι καὶ τὰ σώματα τῶν ἀνθρώπων θερμαίνειν συμμέτρως · ὕπαγε , περιέρχου καὶ οὕτως διακίνει ἀπὸ τῶν μεγίστων ἐπὶ τὰ μικρότατα .