3.24.112 ἐπὶ τούτοις με νῦν μὲν ἐνταῦθα ἄγει , νῦν δʹ ἐκεῖ πέμπει , πένητα δείκνυσι τοῖς ἀνθρώποις , δίχα ἀρχῆς , νοσοῦντα · εἰς Γύαρα ἀποστέλλει , εἰς δεσμωτήριον εἰσάγει . οὐ μισῶν · μὴ γένοιτο · τίς δὲ μισεῖ τὸν ἄριστον τῶν ὑπηρετῶν τῶν ἑαυτοῦ ; οὐδʹ ἀμελῶν , ὅς γε οὐδὲ τῶν μικροτάτων τινὸς ἀμελεῖ , ἀλλὰ γυμνάζων καὶ μάρτυρι πρὸς τοὺς ἄλλους χρώμενος .
3.24.113 εἰς τοιαύτην ὑπηρεσίαν κατατεταγμένος ἔτι φροντίζω , ποῦ εἰμι μετὰ τίνων τί περὶ ἐμοῦ λέγουσιν ; οὐχὶ δʹ ὅλος πρὸς τὸν θεὸν τέταμαι καὶ τὰς ἐκείνου ἐντολὰς καὶ τὰ προστάγματα ;
3.24.114 ταῦτα ἔχων ἀεὶ ἐν χερσὶ καὶ τρίβων αὐτὸς παρὰ σαυτῷ καὶ πρόχειρα ποιῶν οὐδέποτε δεήσῃ τοῦ παραμυθουμένου , τοῦ ἐπιρρωννύντος .
3.24.115 καὶ γὰρ αἰσχρὸν οὐ τὸ φαγεῖν μὴ ἔχειν , ἀλλὰ τὸ λόγον μὴ ἔχειν ἀρκοῦντα πρὸς ἀφοβίαν , πρὸς ἀλυπίαν .
3.24.116 ἂν δʹ ἅπαξ περιποιήσῃ τὸ ἄλυπον καὶ ἄφοβον , ἔτι σοι τύραννος ἔσται τις δορυφόρος Καισαριανοὶ ὀρδινατίων δήξεταί σε οἱ ἐπιθύοντες ἐν τῷ Καπιτωλίῳ ἐπὶ τοῖς ὀπτικίοις τὸν τηλικαύτην ἀρχὴν παρὰ τοῦ Διὸς εἰληφότα ;
3.24.117 μόνον μὴ πόμπευε αὐτὴν μηδʹ ἀλαζονεύου ἐπʹ αὐτῇ , ἀλλʹ ἔργῳ δείκνυε · κἂν μηδεὶς αἰσθάνηται , ἀρκοῦ αὐτὸς ὑγιαίνων καὶ εὐδαιμονῶν .
3.25.head πρὸς τοὺς ἀποπίπτοντας ὧν προέθεντο .
3.25.1 σκέψαι , ὧν προέθου ἀρχόμενος , τίνων μὲν ἐκράτησας , τίνων δʹ οὔ , καὶ πῶς ἐφʹ οἷς μὲν εὐφραίνῃ ἀναμιμνῃσκόμενος , ἐφʹ οἷς δʹ ἄχθῃ , καὶ εἰ δυνατόν , ἀνάλαβε κἀκεῖνα ὧν ἀπώλισθες .