18.1 κόραξ ὅταν μὴ αἴσιον κεκράγῃ , μὴ συναρπαζέτω σε ἡ φαντασία · ἀλλʹ εὐθὺς διαίρει παρὰ σεαυτῷ καὶ λέγε ὅτι τούτων ἐμοὶ οὐδὲν ἐπισημαίνεται , ἀλλʹ ἢ τῷ σωματίῳ μου ἢ τῷ κτησειδίῳ μου ἢ τῷ δοξαρίῳ μου ἢ τοῖς τέκνοις ἢ τῇ γυναικί . ἐμοὶ δὲ πάντα αἴσια σημαίνεται , ἐὰν ἐγὼ θέλω · ὅ τι γὰρ ἂν τούτων ἀποβαίνῃ , ἐπʹ ἐμοί ἐστιν ὠφεληθῆναι ἀπʹ αὐτοῦ .