49.1 ὅταν τις ἐπὶ τῷ νοεῖν καὶ ἐξηγεῖσθαι δύνασθαι τὰ Χρυσίππου βιβλία σεμνύνηται , λέγε αὐτὸς πρὸς ἑαυτὸν ὅτι εἰ μὴ Χρύσιππος ἀσαφῶς ἐγεγράφει , οὐδὲν ἂν εἶχεν οὗτος , ἐφʹ ἐσεμνύνετο . ἐγὼ δὲ τί βούλομαι ; καταμαθεῖν τὴν φύσιν καὶ ταύτῃ ἕπεσθαι . ζητῶ οὖν , τίς ἐστιν ἐξηγούμενος · καὶ ἀκούσας , ὅτι Χρύσιππος , ἔρχομαι πρὸς αὐτόν . ἀλλʹ οὐ νοῶ τὰ γεγραμμένα · ζητῶ οὖν τὸν ἐξηγούμενον . καὶ μέχρι τούτων οὔπω σεμνὸν οὐδέν . ὅταν δὲ εὕρω τὸν ἐξηγούμενον , ἀπολείπεται χρῆσθαι τοῖς παρηγγελμένοις · τοῦτο αὐτὸ μόνον σεμνόν ἐστιν . ἂν δὲ αὐτὸ τοῦτο τὸ ἐξηγεῖσθαι θαυμάσω , τί ἄλλο γραμματικὸς ἀπετελέσθην ἀντὶ φιλοσόφου ; πλήν γε δὴ ὅτι ἀντὶ Ὁμήρου Χρύσιππον ἐξηγούμενος . μᾶλλον οὖν , ὅταν τις εἴπῃ μοι ἐπανάγνωθί μοι Χρύσιππον , ἐρυθριῶ , ὅταν μὴ δύνωμαι ὅμοια τὰ ἔργα καὶ σύμφωνα ἐπιδεικνύειν τοῖς λόγοις .