51.1 εἰς ποῖον ἔτι χρόνον ἀναβάλλῃ τὸ τῶν βελτίστων ἀξιοῦν σεαυτὸν καὶ ἐν μηδενὶ παραβαίνειν τὸν διαιροῦντα λόγον ; παρείληφας τὰ θεωρήματα , οἷς ἔδει σε συμβάλλειν , καὶ συμβέβληκας . ποῖον οὖν ἔτι διδάσκαλον προσδοκᾷς , ἵνα εἰς ἐκεῖνον ὑπερθῇ τὴν ἐπανόρθωσιν ποιῆσαι τὴν σεαυτοῦ ; οὐκ ἔτι εἶ μειράκιον , ἀλλὰ ἀνὴρ ἤδη τέλειος . ἂν νῦν ἀμελήσῃς καὶ ῥᾳθυμήσῃς καὶ ἀεὶ προθέσεις ἐκ προθέσεως ποιῇ καὶ ἡμέρας ἄλλας ἐπʹ ἄλλαις ὁρίζῃς , μεθʹ ἃς προσέξεις σεαυτῷ , λήσεις σεαυτὸν οὐ προκόψας , ἀλλʹ ἰδιώτης διατελέσεις καὶ ζῶν καὶ ἀποθνῄσκων .
51.2 ἤδη οὖν ἀξίωσον σεαυτὸν βιοῦν ὡς τέλειον καὶ προκόπτοντα · καὶ πᾶν τὸ βέλτιστον φαινόμενον ἔστω σοι νόμος ἀπαράβατος . κἂν ἐπίπονόν τι ἡδὺ ἔνδοξον ἄδοξον προσάγηται , μέμνησο , ὅτι νῦν ἀγὼν καὶ ἤδη πάρεστι τὰ Ὀλύμπια καὶ οὐκ ἔστιν ἀναβάλλεσθαι οὐκέτι καὶ ὅτι παρὰ μίαν ἡμέραν καὶ ἓν πρᾶγμα καὶ ἀπόλλυται προκοπὴ καὶ σῴζεται .
51.3 Σωκράτης οὕτως ἀπετελέσθη , ἐπὶ πάντων τῶν προσαγομένων αὐτῷ μηδενὶ ἄλλῳ προσέχων τῷ λόγῳ . σὺ δὲ εἰ καὶ μήπω εἶ Σωκράτης , ὡς Σωκράτης γε εἶναι βουλόμενος ὀφείλεις βιοῦν .