6.4 φωνῇ θρασυτέρᾳ καὶ ποδὸς κρούσει χρώμενος .
6.5 τῶν δὲ περὶ τὸν Φίλιππον ἦν ἀγωνία καὶ σιγὴ τὸ πρῶτον ὡς δὲ κάμψας ἐπέστρεψεν ὀρθῶς σοβαρὸς καὶ γεγηθώς , οἱ μὲν ἄλλοι πάντες ἠλάλαξαν , ὁ δὲ πατὴρ καὶ δακρῦσαί τι λέγεται πρὸς τὴν χαράν , καὶ καταβάντος αὐτοῦ τὴν κεφαλὴν φιλήσας , ʹ ὦ παῖ , ʹ φάναι , ʹ ζήτει σεαυτῷ βασιλείαν ἴσην Μακεδονία γάρ σε οὐ χωρεῖ ʹ